Psalms 60

1
LXX: Psa.59:1
εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφιαν τῷ Δαυιδ, Εἰς διδαχήν,
LXX: Psa.59:2
ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα, καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.
LXX: Psa.59:3
θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτίρησας ἡμᾶς.
2
LXX: Psa.59:4
συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.
3
LXX: Psa.59:5
ἔδειξας τῷ λαῷ σου σκληρά, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.
4
LXX: Psa.59:6
ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. διάψαλμα.
5
LXX: Psa.59:7
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
6
LXX: Psa.59:8
θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
7
LXX: Psa.59:9
ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ κραταίωσις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου·
8
LXX: Psa.59:10
Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
9
LXX: Psa.59:11
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας;
10
LXX: Psa.59:12
οὐχὶ σύ, θεός, ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
11
LXX: Psa.59:13
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου.
12
LXX: Psa.59:14
ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.
Copyright information for LXX